Solo textos griegos

Transcripción

Solo textos griegos
Ἀππολόδωρος Βιβλιοθήκη Α'
CAPÍTULO I.
El comienzo del mundo
§1. Οὐρανὸς πρῶτος τοῦ παντὸς ἐδυνάστευσε κόσμου. Γήμας δὲ
Γῆν ἐτέκνωσε πρώτους τοὺς ἑκατόγχειρας προσαγορευθέντας,
Βριάρεων Γύην Κόττον, οἳ μεγέθει τε ἀνυπέρβλητοι καὶ δυνάμει
καθειστήκεσαν, χεῖρας μὲν ἀνὰ ἑκατὸν κεφαλὰς δὲ ἀνὰ
πεντήκοντα ἔχοντες.
§2. Μετὰ τούτους δὲ αὐτῷ τεκνοῖ Γῆ Κύκλωπας, Ἄργην Στερόπην
Βρόντην, ὧν ἕκαστος εἶχεν ἕνα ὀφθαλμὸν ἐπὶ τοῦ μετώπου.
Ἀλλὰ τούτους μὲν Οὐρανὸς δήσας εἰς Τάρταρον ἔρριψε (τόπος δὲ
οὗτος ἐρεβώδης ἐστὶν ἐν Ἅιδου, τοσοῦτον ἀπὸ γῆς ἔχων
διάστημα ὅσον ἀπ᾽ οὐρανοῦ γῆ),
Los Titanes
§3. Τεκνοῖ δὲ αὖθις ἐκ
Γῆς παῖδας μὲν τοὺς Τιτᾶνας
προσαγορευθέντας, Ὠκεανὸν Κοῖον Ὑπερίονα Κρεῖον Ἰαπετὸν
καὶ νεώτατον ἁπάντων Κρόνον, θυγατέρας δὲ τὰς κληθείσας
Τιτανίδας, Τηθὺν ῾Ρέαν Θέμιν Μνημοσύνην Φοίβην Διώνην
Θείαν.
La castración de Urano.
§4. Ἀγανακτοῦσα δὲ Γῆ ἐπὶ τῇ ἀπωλείᾳ τῶν εἰς Τάρταρον
ῥιφέντων παίδων πείθει τοὺς Τιτᾶνας ἐπιθέσθαι τῷ πατρί, καὶ
δίδωσιν ἀδαμαντίνην ἅρπην Κρόνῳ. Οἱ δὲ Ὠκεανοῦ χωρὶς
ἐπιτίθενται, καὶ Κρόνος ἀποτεμὼν τὰ αἰδοῖα τοῦ πατρὸς εἰς τὴν
θάλασσαν ἀφίησεν. Ἐκ δὲ τῶν σταλαγμῶν τοῦ ῥέοντος αἵματος
ἐρινύες ἐγένοντο, Ἀληκτὼ Τισιφόνη Μέγαιρα. Τῆς δὲ ἀρχῆς
ἐκβαλόντες τούς τε καταταρταρωθέντας ἀνήγαγον ἀδελφοὺς
καὶ τὴν ἀρχὴν Κρόνῳ παρέδοσαν.
Crono asciende al poder y es engañado por Rea.
§5. Ὁ δὲ τούτους μὲν <ἐν> τῷ Ταρτάρῳ πάλιν δήσας καθεῖρξε,
τὴν δὲ ἀδελφὴν ῾Ρέαν γήμας, ἐπειδὴ Γῆ τε καὶ Οὐρανὸς
ἐθεσπιῴδουν αὐτῷ λέγοντες ὑπὸ παιδὸς ἰδίου τὴν ἀρχὴν
ἀφαιρεθήσεσθαι, κατέπινε τὰ γεννώμενα. Καὶ πρώτην μὲν
γεννηθεῖσαν Ἑστίαν κατέπιεν, εἶτα Δήμητραν καὶ Ἥραν, μεθ᾽ ἃς
Πλούτωνα καὶ Ποσειδῶνα.
§6. Ὀργισθεῖσα δὲ ἐπὶ τούτοις ῾Ρέα παραγίνεται μὲν εἰς Κρήτην,
ὁπηνίκα τὸν Δία ἐγκυμονοῦσα ἐτύγχανε, γεννᾷ δὲ ἐν ἄντρῳ τῆς
Δίκτης Δία. Καὶ τοῦτον μὲν δίδωσι τρέφεσθαι Κούρησί τε καὶ ταῖς
Μελισσέως παισὶ νύμφαις, Ἀδραστείᾳ τε καὶ Ἴδῃ.
§7. Αὗται μὲν οὖν τὸν παῖδα ἔτρεφον τῷ τῆς Ἀμαλθείας γάλακτι,
οἱ δὲ Κούρητες ἔνοπλοι ἐν τῷ ἄντρῳ τὸ βρέφος φυλάσσοντες τοῖς
δόρασι τὰς ἀσπίδας συνέκρουον, ἵνα μὴ τῆς τοῦ παιδὸς φωνῆς ὁ
Κρόνος ἀκούσῃ. ῾Ρέα δὲ λίθον σπαργανώσασα δέδωκε Κρόνῳ
καταπιεῖν ὡς τὸν γεγεννημένον παῖδα.
CAPÍTULO II.
La Titanomaquia.
§1. Ἐπειδὴ δὲ Ζεὺς ἐγενήθη τέλειος, λαμβάνει Μῆτιν τὴν
Ὠκεανοῦ συνεργόν, ἣ δίδωσι Κρόνῳ καταπιεῖν φάρμακον, ὑφ᾽ οὗ
ἐκεῖνος ἀναγκασθεὶς πρῶτον μὲν ἐξεμεῖ τὸν λίθον, ἔπειτα τοὺς
παῖδας οὓς κατέπιε· μεθ᾽ ὧν Ζεὺς τὸν πρὸς Κρόνον καὶ Τιτᾶνας
ἐξήνεγκε πόλεμον. Μαχομένων δὲ αὐτῶν ἐνιαυτοὺς δέκα ἡ Γῆ
τῷ Διὶ ἔχρησε τὴν νίκην, τοὺς καταταρταρωθέντας ἂν ἔχῃ
συμμάχους· ὁ δὲ τὴν φρουροῦσαν αὐτῶν τὰ δεσμὰ Κάμπην
ἀποκτείνας ἔλυσε. Καὶ Κύκλωπες τότε Διὶ μὲν διδόασι βροντὴν
καὶ ἀστραπὴν καὶ κεραυνόν, Πλούτωνι δὲ κυνέην, Ποσειδῶνι δὲ
τρίαιναν· οἱ δὲ τούτοις ὁπλισθέντες κρατοῦσι Τιτάνων, καὶ
καθείρξαντες αὐτοὺς ἐν τῷ Ταρτάρῳ τοὺς ἑκατόγχειρας
κατέστησαν φύλακας. Αὐτοὶ δὲ διακληροῦνται περὶ τῆς ἀρχῆς,
καὶ λαγχάνει Ζεὺς μὲν τὴν ἐν οὐρανῷ δυναστείαν, Ποσειδῶν δὲ
τὴν ἐν θαλάσσῃ, Πλούτων δὲ τὴν ἐν Ἅιδου.
CAPÍTULO VII.
PROMETEO
El robo del fuego y castigo de Zeus
§1. Προμηθεὺς δὲ ἐξ ὕδατος καὶ γῆς ἀνθρώπους πλάσας ἔδωκεν
αὐτοῖς καὶ πῦρ, λάθρᾳ Διὸς ἐν νάρθηκι κρύψας. Ὡς δὲ ᾔσθετο
Ζεύς, ἐπέταξεν Ἡφαίστῳ τῷ Καυκάσῳ ὄρει τὸ σῶμα αὐτοῦ
προσηλῶσαι· τοῦτο δὲ Σκυθικὸν ὄρος ἐστίν. Ἐν δὴ τούτῳ
προσηλωθεὶς Προμηθεὺς πολλῶν ἐτῶν ἀριθμὸν ἐδέδετο· καθ᾽
ἑκάστην δὲ ἡμέραν ἀετὸς ἐφιπτάμενος αὐτῷ τοὺς λοβοὺς
ἐνέμετο τοῦ ἥπατος αὐξανομένου διὰ νυκτός. Καὶ Προμηθεὺς
μὲν πυρὸς κλαπέντος δίκην ἔτινε ταύτην, μέχρις Ἡρακλῆς αὐτὸν
ὕστερον ἔλυσεν, ὡς ἐν τοῖς καθ᾽ Ἡρακλέα δηλώσομεν.
El nacimiento de la humanidad: Deucalión y Pirra
§2. Προμηθέως δὲ παῖς Δευκαλίων ἐγένετο. Οὗτος βασιλεύων
τῶν περὶ τὴν Φθίαν τόπων γαμεῖ Πύρραν τὴν Ἐπιμηθέως καὶ
Πανδώρας, ἣν ἔπλασαν θεοὶ πρώτην γυναῖκα. Ἐπεὶ δὲ ἀφανίσαι
Ζεὺς τὸ χαλκοῦν ἠθέλησε γένος, ὑποθεμένου Προμηθέως
Δευκαλίων τεκτηνάμενος λάρνακα, καὶ τὰ ἐπιτήδεια ἐνθέμενος,
εἰς ταύτην μετὰ Πύρρας εἰσέβη. Ζεὺς δὲ πολὺν ὑετὸν ἀπ᾽
οὐρανοῦ χέας τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν, ὥστε
διαφθαρῆναι πάντας ἀνθρώπους, ὀλίγων χωρὶς οἳ συνέφυγον εἰς
τὰ πλησίον ὑψηλὰ ὄρη. Τότε δὲ καὶ τὰ κατὰ Θεσσαλίαν ὄρη
διέστη, καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννήσου συνεχέθη πάντα.
Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλάσσης φερόμενος <ἐφ᾽>
ἡμέρας ἐννέα καὶ νύκτας <τὰς> ἴσας τῷ Παρνασῷ προσίσχει,
κἀκεῖ τῶν ὄμβρων παῦλαν λαβόντων ἐκβὰς θύει Διὶ φυξίῳ. Ζεὺς
δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν ἐπέτρεψεν αἱρεῖσθαι ὅ τι βούλεται·
ὁ δὲ αἱρεῖται ἀνθρώπους αὐτῷ γενέσθαι. Καὶ Διὸς εἰπόντος ὑπὲρ
κεφαλῆς ἔβαλλεν αἴρων λίθους, καὶ οὓς μὲν ἔβαλε Δευκαλίων,
ἄνδρες ἐγένοντο, οὓς δὲ Πύρρα, γυναῖκες. Ὅθεν καὶ λαοὶ
μεταφορικῶς ὠνομάσθησαν ἀπὸ τοῦ λᾶας ὁ λίθος.
Ἀππολόδωρος Βιβλιοθήκη Β'
CAPÍTULO IV.
LOS SEMIDIOSES Y LOS HÉROES.
PERSEO.
Acrisio arroja a su nieto Perseo al mar.
§
1.
Ἀκρισίῳ
δὲ
περὶ
παίδων
γενέσεως
ἀρρένων
χρηστηριαζομένῳ ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρός,
ὃς αὐτὸν ἀποκτενεῖ. Δείσας δὲ ὁ Ἀκρίσιος τοῦτο, ὑπὸ γῆν
θάλαμον κατασκευάσας χάλκεον τὴν Δανάην ἐφρούρει. Ταύτην
μέν, ὡς ἔνιοι λέγουσιν, ἔφθειρε Προῖτος, ὅθεν αὐτοῖς καὶ ἡ
στάσις ἐκινήθη· ὡς δὲ ἔνιοί φασι, Ζεὺς μεταμορφωθεὶς εἰς
χρυσὸν καὶ διὰ τῆς ὀροφῆς εἰς τοὺς Δανάης εἰσρυεὶς κόλπους
συνῆλθεν.
Αἰσθόμενος
δὲ
Ἀκρίσιος
ὕστερον
ἐξ
αὐτῆς
γεγεννημένον Περσέα, μὴ πιστεύσας ὑπὸ Διὸς ἐφθάρθαι, τὴν
θυγατέρα μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν ἔρριψεν εἰς
θάλασσαν. Προσενεχθείσης δὲ τῆς λάρνακος Σερίφῳ Δίκτυς
ἄρας ἀνέτρεφε τοῦτον.
Polidectes ordena a Perseo traer la cabeza de la Gorgona.
§ 2. Βασιλεύων δὲ τῆς Σερίφου Πολυδέκτης ἀδελφὸς Δίκτυος,
Δανάης ἐρασθείς, καὶ ἠνδρωμένου Περσέως μὴ δυνάμενος αὐτῇ
συνελθεῖν, συνεκάλει τοὺς φίλους, μεθ᾽ ὧν καὶ Περσέα, λέγων
ἔρανον συνάγειν ἐπὶ τοὺς Ἱπποδαμείας τῆς Οἰνομάου γάμους.
Τοῦ δὲ Περσέως εἰπόντος καὶ ἐπὶ τῇ κεφαλῇ τῆς Γοργόνος οὐκ
ἀντερεῖν, παρὰ μὲν τῶν λοιπῶν ᾔτησεν ἵππους, παρὰ δὲ τοῦ
Περσέως οὐ λαβὼν τοὺς ἵππους, ἐπέταξε τῆς Γοργόνος κομίζειν
τὴν κεφαλήν.
Perseo se enfrenta a las Grayas
Ὁ δὲ Ἑρμοῦ καὶ Ἀθηνᾶς προκαθηγουμένων ἐπὶ τὰς Φόρκου
παραγίνεται θυγατέρας, Ἐνυὼ καὶ Πεφρηδὼ καὶ Δεινώ· ἦσαν δὲ
αὗται Κητοῦς τε καὶ Φόρκου, Γοργόνων ἀδελφαί, γραῖαι ἐκ
γενετῆς. Ἕνα τε ὀφθαλμὸν αἱ τρεῖς καὶ ἕνα ὀδόντα εἶχον, καὶ
ταῦτα παρὰ μέρος ἤμειβον ἀλλήλαις. Ὧν κυριεύσας ὁ Περσεύς,
ὡς ἀπῄτουν, ἔφη δώσειν ἂν ὑφηγήσωνται τὴν ὁδὸν τὴν ἐπὶ τὰς
νύμφας φέρουσαν.
Perseo busca a las Ninfas
Αὗται δὲ αἱ νύμφαι πτηνὰ εἶχον πέδιλα καὶ τὴν κίβισιν, ἥν φασιν
εἶναι πήραν· εἶχον δὲ καὶ τὴν <Ἄϊδος> κυνῆν. Ὑφηγησαμένων δὲ
τῶν Φορκίδων, ἀποδοὺς τόν τε ὀδόντα καὶ τὸν ὀφθαλμὸν αὐταῖς,
καὶ παραγενόμενος πρὸς τὰς νύμφας, καὶ τυχὼν ὧν ἐσπούδαζε,
τὴν μὲν κίβισιν περιεβάλετο, τὰ δὲ πέδιλα τοῖς σφυροῖς
προσήρμοσε, τὴν δὲ κυνῆν τῇ κεφαλῇ ἐπέθετο. Ταύτην ἔχων
αὐτὸς μὲν οὓς ἤθελεν ἔβλεπεν, ὑπὸ ἄλλων δὲ οὐχ ἑωρᾶτο.
Perseo se enfrenta a las Gorgonas.
Λαβὼν δὲ καὶ παρὰ Ἑρμοῦ ἀδαμαντίνην ἅρπην, πετόμενος εἰς
τὸν Ὠκεανὸν ἧκε καὶ κατέλαβε τὰς Γοργόνας κοιμωμένας. Ἦσαν
δὲ αὗται Σθενὼ Εὐρυάλη Μέδουσα. Μόνη δὲ ἦν θνητὴ Μέδουσα·
διὰ τοῦτο ἐπὶ τὴν ταύτης κεφαλὴν Περσεὺς ἐπέμφθη. Εἶχον δὲ αἱ
Γοργόνες κεφαλὰς μὲν περιεσπειραμένας φολίσι δρακόντων,
ὀδόντας δὲ μεγάλους ὡς συῶν, καὶ χεῖρας χαλκᾶς, καὶ πτέρυγας
χρυσᾶς, δι᾽ ὧν ἐπέτοντο. Τοὺς δὲ ἰδόντας λίθους ἐποίουν.
Ἐπιστὰς οὖν αὐταῖς ὁ Περσεὺς κοιμωμέναις, κατευθυνούσης τὴν
χεῖρα Ἀθηνᾶς, ἀπεστραμμένος καὶ βλέπων εἰς ἀσπίδα χαλκῆν,
δι᾽ ἧς τὴν εἰκόνα τῆς Γοργόνος ἔβλεπεν, ἐκαρατόμησεν αὐτήν.
Ἀποτμηθείσης δὲ τῆς κεφαλῆς, ἐκ τῆς Γοργόνος ἐξέθορε
Πήγασος πτηνὸς ἵππος, καὶ Χρυσάωρ ὁ Γηρυόνου πατήρ·
Perseo perseguido por las Gorgonas
§ 3. Τούτους δὲ ἐγέννησεν ἐκ Ποσειδῶνος. Ὁ μὲν οὖν Περσεὺς
ἐνθέμενος εἰς τὴν κίβισιν τὴν κεφαλὴν τῆς Μεδούσης ὀπίσω
πάλιν ἐχώρει, αἱ δὲ Γοργόνες ἐκ τῆς κοίτης ἀναστᾶσαι τὸν
Περσέα ἐδίωκον, καὶ συνιδεῖν αὐτὸν οὐκ ἠδύναντο διὰ τὴν κυνῆν.
Ἀπεκρύπτετο γὰρ ὑπ᾽ αὐτῆς.
Perseo libera a Andrómeda.
Παραγενόμενος δὲ εἰς Αἰθιοπίαν, ἧς ἐβασίλευε Κηφεύς, εὗρε τὴν
τούτου θυγατέρα Ἀνδρομέδαν παρακειμένην βορὰν θαλασσίῳ
κήτει.
Κασσιέπεια γὰρ ἡ Κηφέως γυνὴ Νηρηίσιν ἤρισε περὶ κάλλους,
καὶ πασῶν εἶναι κρείσσων ηὔχησεν· ὅθεν αἱ Νηρηίδες ἐμήνισαν,
καὶ Ποσειδῶν αὐταῖς συνοργισθεὶς πλήμμυράν τε ἐπὶ τὴν χώραν
ἔπεμψε καὶ κῆτος. Ἄμμωνος δὲ χρήσαντος τὴν ἀπαλλαγὴν τῆς
συμφορᾶς, ἐὰν ἡ Κασσιεπείας θυγάτηρ Ἀνδρομέδα προτεθῇ τῷ
κήτει βορά, τοῦτο ἀναγκασθεὶς ὁ Κηφεὺς ὑπὸ τῶν Αἰθιόπων
ἔπραξε,
καὶ
προσέδησε
τὴν
θυγατέρα
πέτρα.
Ταύτην
θεασάμενος ὁ Περσεὺς καὶ ἐρασθεὶς ἀναιρήσειν ὑπέσχετο Κηφεῖ
τὸ κῆτος, εἰ μέλλει σωθεῖσαν αὐτὴν αὐτῷ δώσειν γυναῖκα. Ἐπὶ
τούτοις γενομένων ὅρκων, ὑποστὰς τὸ κῆτος ἔκτεινε καὶ τὴν
Ἀνδρομέδαν ἔλυσεν.
Ἀππολόδωρος Βιβλιοθήκη Γ'.
LOS SEMIDIOSES Y LOS HÉROES.
CAPÍTULO XIII
AQUILES
§ 6 Ὡς δὲ ἐγέννησε Θέτις ἐκ Πηλέως βρέφος, ἀθάνατον θέλουσα
ποιῆσαι τοῦτο, κρύφα Πηλέως εἰς τὸ πῦρ ἐγκρύβουσα τῆς νυκτὸς
ἔφθειρεν ὃ ἦν αὐτῷ θνητὸν πατρῷον, μεθ᾽ ἡμέραν δὲ ἔχριεν
ἀμβροσίᾳ. Πηλεὺς δὲ ἐπιτηρήσας καὶ σπαίροντα τὸν παῖδα ἰδὼν
ἐπὶ τοῦ πυρὸς ἐβόησε· καὶ Θέτις κωλυθεῖσα τὴν προαίρεσιν
τελειῶσαι, νήπιον τὸν παῖδα ἀπολιποῦσα πρὸς Νηρηίδας ᾤχετο.
κομίζει δὲ τὸν παῖδα πρὸς Χείρωνα Πηλεύς. ὁ δὲ λαβὼν αὐτὸν
ἔτρεφε σπλάγχνοις λεόντων καὶ συῶν ἀγρίων καὶ ἄρκτων
μυελοῖς, καὶ ὠνόμασεν Ἀχιλλέα (πρότερον δὲ ἦν ὄνομα αὐτῷ
Λιγύρων) ὅτι τὰ χείλη μαστοῖς οὐ προσήνεγκε.
Ἐπιτομή
TESEO Y EL MINOTAURO
Ep. I, 8-10
ὡς δὲ ἧκεν εἰς Κρήτην, Ἀριάδνη θυγάτηρ Μίνωος ἐρωτικῶς
διατεθεῖσα
πρὸς
αὐτὸν
συμπράσσειν
ἐπαγγέλλεται,
ἐὰν
ὁμολογήσῃ γυναῖκα αὐτὴν ἕξειν ἀπαγαγὼν εἰς Ἀθήνας.
ὁμολογήσαντος δὲ σὺν ὅρκοις Θησέως δεῖται Δαιδάλου μηνῦσαι
τοῦ λαβυρίνθου τὴν ἔξοδον. [9] ὑποθεμένου δὲ ἐκείνου, λίνον
εἰσιόντι Θησεῖ δίδωσι· τοῦτο ἐξάψας Θησεὺς τῆς θύρας
ἐφελκόμενος εἰσῄει. καταλαβὼν δὲ Μινώταυρον ἐν ἐσχάτῳ μέρει
τοῦ λαβυρίνθου παίων πυγμαῖς ἀπέκτεινεν, ἐφελκόμενος δὲ τὸ
λίνον πάλιν ἐξῄει. καὶ διὰ νυκτὸς μετὰ Ἀριάδνης καὶ τῶν παίδων
εἰς Νάξον ἀφικνεῖται. ἔνθα Διόνυσος ἐρασθεὶς Ἀριάδνης ἥρπασε,
καὶ κομίσας εἰς Λῆμνον ἐμίγη.
λυπούμενος δὲ Θησεὺς ἐπ᾽ Ἀριάδνῃ καταπλέων ἐπελάθετο
πετάσαι τὴν ναῦν λευκοῖς ἱστίοις. Αἰγεὺς δὲ ἀπὸ τῆς ἀκροπόλεως
τὴν
ναῦν
ἰδὼν
ἔχουσαν
μέλαν
ἀπολωλέναι ῥίψας ἑαυτὸν μετήλλαξε.
ἱστίον,
Θησέα
νομίσας
LA ZORRA Y EL LEOPARDO Ἀλώπηξ καὶ πάρδαλις.
Ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. Τῆς δὲ παρδάλεως
παρ' ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης, ἡ
ἀλώπηξ ὑποτυχοῦσα ἔφη· " Καὶ πόσον ἐγὼ σοῦ καλλίων ὑπάρχω,
ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψύχην πεποίκιλμαι."
Ὁ λόγος δηλοῖ ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς
διανοίας κόσμος.
LA ZORRA Y LAS UVAS. Ἀλώπηξ καὶ βότρυς.
Ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος
βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν περιγενέσθαι καὶ οὐκ
ἠδύνατο. Ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· Ὄμφακές εἰσιν.
Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ
δυνάμενοι δι' ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται.
LOS PESCADORES Y EL ATÚN. Ἁλιεῖς καὶ θύννος.
Ἁλιεῖς
ἐξελθόντες
ταλαιπωρήσαντες
εἰς
οὐδὲν
ἄγραν,
εἷλον,
ἐπειδὴ
σφόδρα
πολὺν
τε
χρόνον
ἠθύμουν
καὶ
ἀναχωρῆσαι παρεσκευάζοντο. Εὐθὺς δὲ θύννος ὑπό του τῶν
μεγίστων διωκόμενος ἰχθύων, εἰς τὸ πλοῖον αὐτῶν εἰσήλατο. Οἱ
δὲ τοῦτον λαβόντες μεθ' ἡδονῆς ἀνεχώρησαν.
Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη
ἐδωρήσατο.
LAS RANAS EN LA CHARCA. Βάτραχοι ἐν λίμνῃ.
Βάτραχοι δύο, ξηρανθείσης αὐτῶν τῆς λίμνης, περιῄεσαν
ζητοῦντες ποῦ καταμεῖναι. Ὡς δὲ ἐγένοντο κατά τι φρέαρ, ὁ
ἕτερος συνεβούλευεν ἀμελητὶ ἅλλεσθαι. Ὁ δὲ ἕτερος ἔλεγεν·
“Ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα
ἀναβῆναι;”
Ὁ λόγος ἡμᾶς διδάσκει μὴ ἀπερισκέπτως προσέρχεσθαι τοῖς
πράγμασιν.
LA MUJER Y LA GALLINA Γυνὴ καὶ ὄρνις.
Γυνὴ χήρα ὄρνιν ἔχουσα καθ' ἑκάστην ἡμέραν ὠὸν τίκτουσαν
ὑπέλαβεν ὅτι, ἐὰν πλείονα αὐτῇ τροφὴν παραβάλῃ, καὶ δὶς τῆς
ἡμέρας τέξεται. Καὶ δὴ τοῦτο αὐτῆς ποιησάσης, συνέβη τὴν ὄρνιν
πίονα γενομένην μηκέτι μηδὲ ἅπαξ τεκεῖν.
Ὁ λόγος δηλοῖ ὅτι τινὲς τῶν ἀνθρώπων διὰ πλεονεξίαν
περιττοτέρων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπολλῦσιν.
LA COMADREJA Y LA LIMA. Γαλῆ καὶ ῥίνη.
Γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον τὴν ἐκεῖ κειμένην
ῥίνην περιέλειχε. Συνέβη δὲ, ἐκτριβομένης τῆς γλώσσης, πολὺ
αἷμα φέρεσθαι. Ἡ δὲ ἐτέρπετο ὑπονοοῦσά τι τοῦ σιδήρου
ἀφαιρεῖσθαι, μεχρὶ παντελῶς ἀπέβαλε τὴν γλῶσσαν.
Ὁ
λόγος
εἴρηται
πρὸς
τοὺς
ἐν
φιλονεικίαις
ἑαυτοὺς
καταβλάπτοντας.
UN CIERVO Y UN LEÓN EN UNA CUEVA. Ἔλαφος καὶ
λέων ἐν σπηλαίῳ.
Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐν ᾧ
λέων ἦν, καὶ ἐνταῦθα εἰσῄει κρυβησομένη. Συλληφθεῖσα δὲ ὑπὸ
τοῦ λέοντος καὶ ἀναιρουμένη ἔφη· "Βαρυδαίμων ἔγωγε, ἥτις
ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ ἐνεχείρισα."
Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φόβον ἐλάττονος εἰς κίνδυνον
μείζονα ἑαυτοὺς ἐμβάλλουσιν.
LAS MOSCAS. Μυῖαι.
Ἔν τινι ταμιείῳ μέλιτος ἐπεκχυθέντος, μυῖαι προσπτᾶσαι
κατήσθιον· διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίσταντο.
Ἐμπαγέντων δὲ αὐτῶν τῶν ποδῶν, ὡς οὐκ ἐδύναντο ἀναπτῆναι,
ἀποπνιγόμεναι ἔφασαν· “Ἄθλιαι ἡμεῖς, αἳ διὰ βραχεῖαν ἡδονὴν
ἀπολλύμεθα.”
Οὕτω πολλοῖς ἡ λιχνεία πολλῶν αἰτία κακῶν γίνεται.
LAS PERRAS HAMBRIENTAS. Κύνες λιμώττουσαι.
Κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας
βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, συνέθεντο
ἀλλήλαις ὅπως πρῶτον τὸ ὕδωρ ἐκπίωσι, εἶθ' οὕτως ἐπὶ τὰς
βύρσας παραγένωνται. Συνέβη δὲ αὐταῖς πινούσαις διαρραγῆναι
πρὶν ἤ τῶν βυρσῶν ἐφικέσθαι.
Οὕτως ἔνιοι τῶν ἀνθρώπων δι' ἐλπίδα κέρδους ἐπισφαλεῖς
μόχθους ὑφιστάμενοι φθάνουσι πρότερον καταναλισκόμενοι ἢ
ὧν βούλονται περιγενόμενοι.
EL MOSQUITO Y EL TORO. Κώνωψ καὶ ταῦρος.
Κώνωψ ἐπιστὰς κέρατι ταύρου καὶ πολὺν χρόνον ἐπικαθίσας,
ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου εἰ ἤδη
βούλεται αὐτὸν ἀπελθεῖν. Ὁ δὲ ὑποτυχὼν εἶπεν· "Ἀλλ' οὔτε, ὅτε
ἦλθες, ἔγνων, οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι."
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύνατον, ὃς οὔτε
παρὼν οὔτε ἀπὼν ἐπιβλαβὴς ἢ ὠφέλιμός ἐστι.
LA GAVIOTA Y EL MILANO. Λάρος καὶ ἰκτῖνος.
Λάρος ἰχθὺν καταπιών, διαρραγέντος αὐτῷ τοῦ φάρυγγος, ἐπὶ
τῆς ἠϊόνος νεκρὸς ἔκειτο. Ἰκτῖνος δὲ αὐτὸν θεασάμενος ἔφη·
"Ἄξια σύ γε πέπονθας, ὅτι πτηνὸν γεννηθεὶς ἐπὶ θαλάσσης τὴν
δίαιταν ἐποιοῦ."
Οὕτως οἱ τὰ οἰκεῖα ἐπιτηδεύματα καταλιπόντες καὶ τοῖς μηδὲν
προσήκουσιν ἐπιβαλλόμεμοι εἰκότως δυστυχοῦσιν.
EL LEÓN Y LA RANA. Λέων καὶ βάτραχος.
Λέων ἀκούσας βατράχου μέγα κεκραγότος, ἐστράφη πρὸς τὴν
φωνήν, οἰόμενος μέγα τι ζῷον εἶναι. Προσμείνας δὲ [αὐτὸν]
μικρὸν χρόνον, ὡς ἐθεάσατο τοῦτον ἐκ τῆς λίμνης ἐξελθόντα,
προσελθὼν κατεπάτησεν εἰπών· "Μηδένα ἀκοὴ ταραττέτω πρὸ
τῆς θέας.”
Ὁ μῦθος οὗτος πρὸς ἄνδρα γλωσσώδη, μηδὲν πλέον τοῦ λαλεῖν
δυνάμενον.
LA MOSCA. Μυῖα.
Μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέως, ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ
ἀποπνίγεσθαι ἔμελλεν, ἔφη πρὸς ἑαυτήν· “Ἀλλ' ἔγωγε καὶ
βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι· κἂν ἀποθάνω, οὐδέν μοι
μέλει.”
Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι,
ὅταν ἀβασανίστως παρακολουθήσῃ.
LA GALLINA Y LA SERPIENTE. Ὄρνις καὶ χελιδών.
Ὄρνις ὄφεως ὠὰ εὑροῦσα, ταῦτα ἐπιμελῶς ἐθέρμαινε καὶ μετὰ
τὸ θερμᾶναι ἐξεκόλαψε. Χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη· “Ὦ
ματαία, τί ταῦτα ἀνατρέφεις ἅπερ, ἂν αὐξηθῇ, ἀπὸ σοῦ πρώτης
τοῦ ἀδικεῖν ἄρξεται;”
Οὕτως ἀτιθάσσευτός ἐστιν ἡ πονηρία, κἂν τὰ μάλιστα
εὐεργετῆται.
LA SERPIENTE, LA COMADREJA Y LOS RATONES.
Ὄφις καὶ γαλῆ καὶ μύες.
Ὄφις καὶ γαλῆ ἔν τινι οἰκίᾳ ἐμάχοντο. Οἱ δὲ ἐνταῦθα μύες ἀεὶ
καταναλισκόμενοι ὑπὸ ἀμφοτέρων, ὡς ἐθεάσαντο αὐτοὺς
μαχομένους, ἐξῆλθον βαδίζοντες. Ἰδόντες δὲ τοὺς μύας, τότε
ἀφέντες τὴν πρὸς ἑαυτοὺς μάχην, ἐπ' ἐκείνους ἐτράπησαν.
Οὕτω καὶ ἐπὶ τῶν πόλεων οἱ ἐν ταῖς τῶν δημαγωγῶν στάσεσιν
ἑαυτοὺς
παρεισβάλλοντες
λανθάνουσιν
αὐτοὶ
ἑκατέρων
παρανάλωμα γινόμενοι.
LA PALOMA Y LA CORNEJA. Περιστερὰ καὶ κορώνη.
Περιστερὰ ἔν τινι περιστερεῶνι τρεφομένη ἐπὶ πολυτεκνίᾳ
ἐφρυάττετο. Κορώνη δὲ αὐτῆς ἀκούσασα ἔφη· «ἀλλ᾿, ὦ αὕτη,
πέπαυσο ἐπὶ τούτῳ ἀλαζονευομένη· ὅσον γὰρ ἂν πλείονα ποιῇς,
τοσοῦτον περιττοτέρας λύπας συνάγεις.»
Οὕτω καὶ τῶν οἰκετῶν δυστυχέστατοί εἰσιν, ὅσοι ἐν τῇ δουλείᾳ
τέκνα ποιοῦσι πολλά.
LA AVISPA Y LA SERPIENTE. Σφὴξ καὶ ὄφις.
Σφὴξ ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τῷ κέντρῳ
πλήσσων ἐχείμαζεν. Ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν
οὐκ ἔχων ἀμύνασθαι, ἐξελθὼν ἐν τῇ ὁδῷ καὶ ἰδὼν ἅμαξαν
ἐρχομένην,
τὴν
κεφαλὴν
τῷ
τρόχῳ
ὑπέθηκε,
φάσκων·
Συναπόλλυμαι τῷ ἐχθρῷ μου.
Πρὸς τοὺς συγκινδυνεύειν τῷ ἐχθρῷ ἐπιχειροῦντας.
LAS OCAS Y LAS GRULLAS. Χῆνες καὶ γέρανοι.
Χῆνες καὶ γέρανοι ἐπὶ ταὐτοῦ λειμῶνος ἐνέμοντο. Τῶν δὲ
θηρευτῶν ἐπιφανέντων, οἱ μὲν γέρανοι, κοῦφοι ὄντες, ταχέως
ἀπέπτησαν, οἱ δὲ χῆνες, διὰ τὸ βάρος τῶν σωμάτων μείναντες,
συνελήφθησαν.
Ὁ μῦθος δηλοῖ ὅτι καὶ ἐν ἁλώσει πόλεως οἱ μὲν ἀκτήμονες
εὐχερῶς φεύγουσιν, οἱ δὲ πλούσιοι δουλεύουσιν ἁλισκόμενοι.
LA GOLONDRINA Y LA CORNEJA RIVALIZABAN POR
SU HERMOSURA. Χελιδὼν καὶ κορώνη περὶ κάλλους
φιλονεικοῦσαι.
Χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν· ὑποτυχοῦσα δὲ
ἡ κορώνη πρὸς αὐτὴν εἶπεν· Ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν
ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν σῶμα καὶ χειμῶνι παρατείνεται.
Ὁ λόγος δηλοῖ ὅτι ἡ τοῦ σώματος παράτασις εὐπρεπείας
καλλίων.
PROMETEO
Y
LOS
HOMBRES.
Προμηθεὺς
καὶ
ἄνθρωποι.
Προσμηθεὺς κατὰ πρόσταξιν Διὸς ἀνθρώπους ἔπλασε καὶ θηρία.
Ὁ δὲ Ζεὺς θεασάμενος πολλῷ πλείονα τὰ ἄλογα ζῷα ἐκέλευσεν
αὐτὸν τῶν θηρίων τινὰ διαφθείροντα ἀνθρώπους μετατυπῶσαι.
Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, συνέβη ἐκ τούτου τοὺς μὴ ἐξ
ἀρχῆς ἀνθρώπους πλασθέντας τὴν μὲν μορφὴν ἀνθρώπων
ἔχειν, τὰς δὲ ψυχὰς θηριώδεις.
Πρὸς ἄνδρα σκαιὸν καὶ θηριώδη ὁ λόγος εὔκαιρος.
EL HOMBRE COBARDE Y LOS CUERVOS. Ἀνὴρ δειλὸς
καὶ κόρακες.
Ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. Φθεγξαμένων δὲ κοράκων, τὰ
ὅπλα θεὶς ἡσχαζεν, εἶτ' ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων
πάλιν, ὑπέστη καὶ τέλος εἶπεν· Ὑμεῖς κεκράξεσθε μὲν ὡς
δύνασθε μέγιστον· ἐμοῦ δὲ οὐ γεύσεσθε.
Ὁ μῦθος περὶ τῶν σφόδρα δειλῶν.
LAS LIEBRES Y LAS ÁGUILAS. Λαγωοὶ καὶ και_ἀλώπεκες.
Λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν
ἀλώπεκας. Αἱ δὲ ἔφησαν· "Ἐβοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν
τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε."
Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι τῆς ἑαυτῶν
σωτηρίας καταφρονοῦσι.
EL LOBO Y EL CORDERO QUE SE HABÍA REFUGIADO
EN UN TEMPLO. Λύκος καὶ ἀρνίον εἰς ἱερὸν καταφυγόν.
Λύκος
ἀρνίον
ἐδίωκε·
τὸ
δὲ
εἴς
τι
ἱερὸν
κατέφυγε.
Προσκαλουμένου δὲ αὐτὸ τοῦ λύκου καὶ λέγοντος ὅτι θυσιάσει
αὐτὸ ὁ ἱερεύς, εἰ καταλάβῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη· "Ἀλλ'
αἱρετώτερόν μοί ἐστι θεοῦ θυσίαν γενέσθαι ἢ ὑπὸ σοῦ
διαφθαρῆναι."
Ὁ λόγος δηλοῖ ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν κρείττων ἐστὶν ὁ
μετὰ δόξης θανατος.
LA BECERRA Y EL BUEY. Δάμαλις καὶ βοῦς.
Δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον ἐταλάνιζεν αὐτὸν ἐπὶ τῷ
κόπῳ. Ἐπειδὴ δὲ ἑορτὴ κατέλαβε, τὸν βοῦν ἀπολύσαντες, τὴν
δάμαλιν ἐκράτησαν τοῦ σφάξαι. Ἰδὼν δὲ ὁ βοῦς ἐμειδίασε καὶ
πρὸς αὐτὴν εἶπεν· Ὦ δάμαλις, διὰ τοῦτο ἤργεις διότι ἔμελλες
ἀρτίως τυθῆναι. Ὁ μῦθος δηλοῖ ὅτι τὸν ἀργοῦντα κίνδυνος μένει.
1. LOS LEÑADORES Y EL PINO Δρυτόμοι καὶ πεύκη.
Δρυτόμοι ἔσχιζόν τινα πεύκην· σφῆνας δὲ ἐξ αὐτῆς πεποιηκότες
εὐκόλως ἔσχιζον. Ἡ δὲ εἶπεν· "Οὐ τοσοῦτον τὸν κόψαντα
πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ γεννηγέντας σφῆνας."
Ὅτι οὐ τοσοῦτόν ἐστι δεινόν, ὅτε τις ὑπὸ ἀλλοτρίων ἀνθρώπων
πάθῃ τι τῶν ἀπαισίων ὅσον ὑπὸ τῶν οἰκείων.
EL CAZADOR COBARDE Y EL LEÑADOR. Δειλὸς
κυνηγὸς καὶ δρυτόμος.
Λέοντός τις κυνηγὸς ἴχνη ἐπεζήτει· δρυτόμον δὲ ἐρωτήσας εἰ
εἶδεν ἴχην λέοντος καὶ ποῦ κοιτάζει, ἐφη· “Καὶ αὐτὸν τὸν λέοντά
σοι ἤδη δείξω.” Ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόβου καὶ τοὺς ὀδόντας
συγκρούων
εἶπεν·
“
Ἴχνη
μόνα
ζητῶ,
οὐχὶ
αὐτὸν
τὸν
λέοντα.”[Ὅτι] τοὺς θρασεῖς καὶ δειλοὺς ὁ μῦθος ἐλέγχει, τοὺς
τολμηροὺς ἐν τοῖς λόγοις καὶ οὐκ ἐν τοῖς ἔργοις.
EL LOBO Y EL LEÓN. Λύκος καὶ λέων.
Λύκος ποτὲ ἄρας πρόβατον ἐκ ποίμνης ἐκόμιζεν εἰς κοίτην. Λέων
δὲ αὐτῷ συναντήσας ἀφεῖλε τὸ πρὸβατον. Ὁ δὲ πόρρωθεν
σταθεὶς εἶπεν· "Ἀδίκως ἀφείλου τὸ ἐμόν. " Ὁ δὲ λέων γελάσας
ἔφη· "Σοὶ γὰρ δικαίως ὑπὸ φίλου ἐδόθη;"[ Ὅτι ] ἅρπαγας καὶ
πλεονέκτας λῃστὰς ἔν τινι πταίσματι κειμένους καὶ ἀλλήλους
μεμφομένους ὁ μῦθος ἐλέγχει.
EL LABRADOR Y LA SERPIENTE
γεωργὸς χειμῶνος ὥραν ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα
τοῦτον ἐλεήσας καὶ λαβὼν ὑπὸ κόλπον ἔθετο. θερμανθεὶς δὲ
ἐκεῖνος καὶ ἀναλαβὼν τὴν ἰδίαν φύσιν ἔπληξε τὸν εὐεργέτην καὶ
ἀνεῖλε. ὁ δὲ θνῄσκων ἔλεγε "δίκαια πάσχω τὸν πονηρὸν
οἰκτείρας. "
ὁ λόγος δηλοῖ, ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἅν τὰ μέγιστα
φιλανθρωπεύωνται.

Documentos relacionados